LOGOI

Passage

Plotinus, Enneads 4.3 (DIORISIS sentence 2664)

grc plotinus enneads

Τῶν δὲ δὴ μαθήσεων πῶς τὸ κοινόν, ἀλλʼ οὐχ ἡ ψυχὴ ἡ μνημονεύουσα ἔσται Εἰ δὲ τὸ ζῶιον τὸ συναμφότερον οὕτως, ὡς ἕτερον ἐξ ἀμφοῖν εἶναι, πρῶτον μὲν ἄτοπον μήτε σῶμα μήτε ψυχὴν τὸ ζῶιον λέγειν οὐ γὰρ δὴ μεταβαλόντων ἀμφοτέρων ἕτερόν τι ἔσται τὸ ζῶιον οὐδʼ αὖ κραθέντων, ὡς δυνάμει τὴν ψυχὴν ἐν τῶι ζώιωι εἶναι ἔπειτα καὶ οὕτως οὐδὲν ἧττον τῆς ψυχῆς τὸ μνημονεύειν ἔσται, ὥσπερ ἐν οἰνομέλιτος κράσει εἴ τι γλυκάζει, παρὰ τοῦ μέλιτος τοῦτο ἔσται.

Provenance

  • Stable ID plotinus:enneads:4.3:s2664
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable