Passage
Plotinus, Enneads 4.3 (DIORISIS sentence 2688)
grc plotinus enneads
Ἆρʼ οὖν τῶι αἰσθητικῶι φέροντες ἀναθήσομεν τὴν μνήμην, καὶ τὸ αὐτὸ ἡμῖν μνημονευτικὸν καὶ αἰσθητικὸν ἔσται Ἀλλʼ εἰ καὶ τὸ εἴδωλον μνημονεύσει, ὡς ἐλέγετο, διττὸν τὸ αἰσθητικὸν ἔσται, καὶ εἰ μὴ τὸ αἰσθητικὸν δὲ τὸ μνημονευτικόν, ἀλλʼ ὁτιοῦν ἄλλο, διττὸν τὸ μνημονεῦον ἔσται. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable