LOGOI

Passage

Plotinus, Enneads 4.4 (DIORISIS sentence 2897)

grc plotinus enneads

Ἐπὶ δὲ τῶν φυτῶν ἆρα ἄλλο μὲν τὸ οἷον ἐναπηχηθὲν τοῖς σώμασιν αὐτῶν, ἄλλο δὲ τὸ χορηγῆσαν, ὃ δὴ ἐπιθυμητικὸν μὲν ἐν ἡμῖν, ἐν ἐκείνοις δὲ φυτικόν, ἢ ἐν μὲν τῆι γῆι τοῦτο ψυχῆς ἐν αὐτῆι οὔσης, ἐν δὲ τοῖς φυτοῖς τὸ ἀπὸ τούτου Ζητήσειε δʼ ἄν τις πρότερον, τίς ψυχὴ ἐν τῆι γῆι, πότερα ἐκ τῆς σφαίρας τοῦ παντός, ἣν καὶ μόνην δοκεῖ ψυχοῦν πρώτως Πλάτων οἷον ἔλλαμψιν εἰς τὴν γῆν, ἢ πάλιν αὖ λέγων πρώτην καὶ πρεσβυτάτην θεῶν τῶν ἐντὸς οὐρανοῦ καὶ αὐτῆι δίδωσι ψυχὴν οἵαν καὶ τοῖς ἄστροις πῶς γὰρ ἂν θεὸς εἴη, εἰ μὴ ἐκείνην ἔχοι Ὥστε συμβαίνει καὶ τὸ πρᾶγμα ὅπως ἔχει ἐξευρεῖν δύσκολον, καὶ μείζω ἀπορίαν ἢ οὐκ ἐλάττω ἐξ ὧν εἴρηκεν ὁ Πλάτων γίνεσθαι.

Provenance

  • Stable ID plotinus:enneads:4.4:s2897
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable