Passage
Plotinus, Enneads 4.4 (DIORISIS sentence 3042)
grc plotinus enneads
Ποικιλώτατον γὰρ τὸ πᾶν καὶ λόγοι πάντες ἐν αὐτῶι καὶ δυνάμεις ἄπειροι καὶ ποικίλαι οἷον δέ φασι καὶ ἐπʼ ἀνθρώπου ἄλλην μὲν δύναμιν ἔχειν ὀφθαλμὸν καὶ ὀστοῦν τόδε, τοδὶ δʼ ἄλλην, χειρὸς μὲν τοδὶ καὶ δακτύλου τοῦ ποδός, καὶ οὐδὲν μέρος εἶναι ὃ μὴ ἔχει καὶ οὐ τὴν αὐτὴν δὲ ἔχει ἀγνοοῦμεν δὲ ἡμεῖς, εἰ μή τις τὰ τοιαῦτα μεμάθηκεν οὕτω καὶ πολὺ μᾶλλον μᾶλλον δὲ ἴχνος ταῦτα ἐκείνων ἐν τῶι παντὶ ἀδιήγητον δὲ καὶ θαυμαστὴν ποικιλίαν εἶναι δυνάμεων, καὶ δὴ καὶ ἐν τοῖς κατʼ οὐρανὸν φερομένοις.