Passage
Plotinus, Enneads 4.4 (DIORISIS sentence 3098)
grc plotinus enneads
Εἰ δέ τις λέγοι τὰς πράξεις τῶν καλῶν ἀγοητεύτους εἶναι ἢ καὶ τὴν θεωρίαν καλῶν οὖσαν γοητεύεσθαι λεκτέον, εἰ μὲν ὡς ἀναγκαίας καὶ τὰς καλὰς λεγομένας πράξεις πράττοι ἄλλο τὸ ὄντως καλὸν ἔχων, οὐ γεγοήτευται οἶδε γὰρ τὴν ἀνάγκην καὶ οὐ πρὸς τὸ τῆιδε βλέπει, οὐδὲ πρὸς ἄλλα ὁ βίος ἀλλὰ τῆι τῆς φύσεως τῆς ἀνθρωπίνης βίαι καὶ τῆι πρὸς τὸ ζῆν τῶν ἄλλων ἢ καὶ αὐτοῦ οἰκειώσει δοκεῖ γὰρ εὔλογον ἴσως μὴ ἐξάγειν ἑαυτὸν διὰ τὴν οἰκείωσιν ὅτι οὕτως ἐγοητεύθη. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable