Passage
Plotinus, Enneads 4.4 (DIORISIS sentence 3108)
grc plotinus enneads
Ἐν μὲν γὰρ ὀλίγωι ζώιωι σμικραὶ τῶν μερῶν αἱ μεταβολαὶ καὶ συναισθήσεις καὶ οὐκ ἔστιν ἐν αὐτῶι τὰ μέρη ζῶια εἶναι, εἰ μή που ἐπὶ βραχὺ ἔν τισιν ἐν δὲ τῶι ἐν ὧι διαστάσεις τε τοσαῦται καὶ ἕκαστον τῶν ἐν αὐτῶι χάλασιν ἔχει καὶ ζῶιά ἐστι πολλά, τὰς κινήσεις δεῖ καὶ τὰς μεταστάσεις μείζους εἶναι.