Passage
Plotinus, Enneads 4.7 (DIORISIS sentence 3293)
grc plotinus enneads
Πῶς γὰρ τεμνομένων τῶν πάντων σωμάτων ὡιτινιοῦν τις ἀναθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ φερόμενον εἰκῆ ποιήσει Τίς γὰρ τάξις ἐν πνεύματι δεομένωι παρὰ ψυχῆς τάξεως ἢ λόγος ἢ νοῦς Ἀλλὰ ψυχῆς μὲν οὔσης ὑπουργὰ ταῦτα πάντα αὐτῆι εἰς σύστασιν κόσμου καὶ ζώιου ἑκάστου, ἄλλης παρʼ ἄλλου δυνάμεως εἰς τὸ ὅλον συντελούσης ταύτης δὲ μὴ παρούσης ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable