LOGOI

Passage

Plotinus, Enneads 4.7 (DIORISIS sentence 3348)

grc plotinus enneads

Ἰσχυρῶι μὲν οὖν καὶ καλῶι ἐν τύποις πνεύματι εἶναι προσήκοι ἄν σωφρονεῖν δὲ τί δεῖ πνεύματι Ἀλλʼ οὐ τοὐναντίον ἐν περιπτύξεσι καὶ ἁφαῖς εὐπαθεῖν, ὅπου ἢ θερμανθήσεται ἢ συμμέτρως ψύχεος ἱμείροι ἢ μαλακοῖς τισι καὶ ἁπαλοῖς καὶ λείοις πελάσει Τὸ δὲ κατʼ ἀξίαν νεῖμαι τί ἂν αὐτῶι μέλοι Πότερον δὲ ἀιδίων ὄντων τῶν τῆς ἀρετῆς θεωρημάτων καὶ τῶν ἄλλων τῶν νοητῶν ἡ ψυχὴ ἐφάπτεται, ἢ γίνεταί τωι ἡ ἀρετή, ὠφελεῖ καὶ πάλιν φθείρεται Ἀλλὰ τίς ὁ ποιῶν καὶ πόθεν Οὕτω γὰρ ἂν ἐκεῖνο πάλιν μένοι.

Provenance

  • Stable ID plotinus:enneads:4.7:s3348
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0