LOGOI

Passage

Plotinus, Enneads 4.8 (DIORISIS sentence 3476)

grc plotinus enneads

Τὰς δὴ καθέκαστα ψυχὰς ὀρέξει μὲν νοερᾶι χρωμένας ἐν τῆι ἐξ οὗ ἐγένοντο πρὸς αὐτὸ ἐπιστροφῆι, δύναμιν δὲ καὶ εἰς τὸ ἐπὶ τάδε ἐχούσας, οἷά περʼ φῶς ἐξηρτημένον μὲν κατὰ τὰ ἄνω ἡλίου, τῶι δὲ μετʼ αὐτὸ οὐ φθονοῦν τῆς χορηγίας, ἀπήμονας μὲν εἶναι μετὰ τῆς ὅλης μενούσας ἐν τῶι νοητῶι, ἐν οὐρανῶι δὲ μετὰ τῆς ὅλης συνδιοικεῖν ἐκείνηι, οἷα οἱ βασιλεῖ τῶν πάντων κρατοῦντι συνόντες συνδιοικοῦσιν ἐκείνωι οὐ καταβαίνοντες οὐδʼ αὐτοὶ ἀπὸ τῶν βασιλείων τόπων καὶ γάρ εἰσιν ὁμοῦ ἐν τῶι αὐτῶι τότε.

Provenance

  • Stable ID plotinus:enneads:4.8:s3476
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0