Passage
Plotinus, Enneads 4.8 (DIORISIS sentence 3479)
grc plotinus enneads
Ἔνθα καὶ συμβαίνει αὐτῆι τὸ λεγόμενον πτερορρυῆσαι καὶ ἐν δεσμοῖς τοῖς τοῦ σώματος γενέσθαι ἁμαρτούσηι τοῦ ἀβλαβοῦς τοῦ ἐν τῆι διοικήσει τοῦ κρείττονος, ὃ ἦν παρὰ τῆι ψυχῆι τῆι ὅληι τὸ δὲ πρὸ τοῦ ἦν παντελῶς ἄμεινον ἀναδραμούσηι εἴληπται οὖν πεσοῦσα καὶ πρὸς τῶι δεσμῶι οὖσα καὶ τῆι αἰσθήσει ἐνεργοῦσα διὰ τὸ κωλύεσθαι τῶι νῶι ἐνεργεῖν καταρχάς, τεθάφθαι τε λέγεται καὶ ἐν σπηλαίωι εἶναι, ἐπιστραφεῖσα δὲ πρὸς νόησιν λύεσθαί τε ἐκ τῶν δεσμῶν καὶ ἀναβαίνειν, ὅταν ἀρχὴν λάβηι ἐξ ἀναμνήσεως θεᾶσθαι τὰ ὄντα ἔχει γάρ τι ἀεὶ οὐδὲν ἧττον ὑπερέχον τι. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable