LOGOI

Passage

Plotinus, Enneads 4.8 (DIORISIS sentence 3494)

grc plotinus enneads

Διττῆς δὲ φύσεως ταύτης οὔσης, νοητῆς, τῆς δὲ αἰσθητῆς, ἄμεινον μὲν ψυχῆι ἐν τῶι νοητῶι εἶναι, ἀνάγκη γε μὴν ἔχειν καὶ τοῦ αἰσθητοῦ μεταλαμβάνειν τοιαύτην φύσιν ἐχούσηι, καὶ οὐκ ἀγανακτητέον αὐτὴν ἑαυτῆι, εἰ μὴ πάντα ἐστὶ τὸ κρεῖττον, μέσην τάξιν ἐν τοῖς οὖσιν ἐπισχοῦσαν, θείας μὲν μοίρας οὖσαν, ἐν ἐσχάτωι δὲ τοῦ νοητοῦ οὖσαν, ὡς ὅμορον οὖσαν τῆι αἰσθητῆι φύσει διδόναι μέν τι τούτωι τῶν παρʼ αὐτῆς, ἀντιλαμβάνειν δὲ καὶ παρʼ αὐτοῦ, εἰ μὴ μετὰ τοῦ αὐτῆς ἀσφαλοῦς διακοσμοῖ, προθυμίαι δὲ πλείονι εἰς τὸ εἴσω δύοιτο μὴ μείνασα ὅλη μεθʼ ὅλης, ἄλλως τε καὶ δυνατὸν αὐτῆι πάλιν ἐξαναδῦναι, ἱστορίαν ὧν ἐνταῦθα εἶδέ τε καὶ ἔπαθε προσλαβούσηι καὶ μαθούσηι, οἷον ἄρα ἐστὶν ἐκεῖ εἶναι, καὶ τῆι παραθέσει τῶν οἷον ἐναντίων οἷον σαφέστερον τὰ ἀμείνω μαθούσηι.

Provenance

  • Stable ID plotinus:enneads:4.8:s3494
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable