LOGOI

Passage

Plotinus, Enneads 4.8 (DIORISIS sentence 3496)

grc plotinus enneads

Ὥσπερ δὲ ἡ νοερὰ διέξοδος κατάβασίς ἐστιν εἰς ἔσχατον τὸ χεῖρον οὐ γὰρ ἔνι εἰς τὸ ἐπέκεινα ἀναβῆναι, ἀλλʼ ἀνάγκη ἐνεργήσασαν ἐξ ἑαυτῆς καὶ μὴ δυνηθεῖσαν μεῖναι ἐφʼ ἑαυτῆς φύσεως δὴ ἀνάγκηι καὶ νόμωι μέχρι ψυχῆς ἐλθεῖν τέλος γὰρ αὐτῆι τοῦτο ταύτηι δὲ τὸ ἐφεξῆς παραδοῦναι αὐτὴν πάλιν ἀναδραμοῦσαν οὕτως καὶ ψυχῆς ἐνέργεια τὸ μὲν μετʼ αὐτὴν τὰ τῆιδε, τὸ δὲ πρὸ αὐτῆς ἡ θέα τῶν ὄντων, ταῖς μὲν παρὰ μέρος καὶ χρόνωι γιγνομένου τοῦ τοιούτου καὶ ἐν τῶι χείρονι γιγνομένης ἐπιστροφῆς πρὸς τὰ ἀμείνω, τῆι δὲ λεγομένηι τοῦ παντὸς εἶναι τὸ μηδʼ ἐν τῶι χείρονι ἔργωι γεγονέναι, ἀπαθεῖ δὲ κακῶν οὔσηι θεωρίαι τε περινοεῖν τὰ ὑπʼ αὐτὴν ἐξηρτῆσθαί τε τῶν πρὸ αὐτῆς ἀεί ἢ ἅμα δυνατὸν καὶ ἄμφω, λαμβανούσηι μὲν ἐκεῖθεν, χορηγούσηι δὲ ἅμα ἐνταῦθα, ἐπείπερ ἀμήχανον ἦν μὴ καὶ τούτων ἐφάπτεσθαι ψυχῆι οὔσηι.

Provenance

  • Stable ID plotinus:enneads:4.8:s3496
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable