Passage
Plotinus, Enneads 5.1 (DIORISIS sentence 3605)
grc plotinus enneads
Δεῖ τοίνυν θεατήν, ἐκείνου ἐν τῶι εἴσω οἷον νεῶι ἐφʼ ἑαυτοῦ ὄντος, μένοντος ἡσύχου ἐπέκεινα ἁπάντων, τὰ οἷον πρὸς τὰ ἔξω ἤδη ἀγάλματα ἑστῶτα, μᾶλλον δὲ ἄγαλμα τὸ πρῶτον ἐκφανὲν θεᾶσθαι πεφηνὸς τοῦτον τὸν τρόπον παντὶ τῶι κινουμένωι δεῖ τι εἶναι, πρὸς ὃ κινεῖται μὴ ὄντος δὲ ἐκείνωι μηδενὸς μὴ τιθώμεθα αὐτὸ κινεῖσθαι, ἀλλʼ εἴ τι μετʼ αὐτὸ γίνεται, ἐπιστραφέντος ἀεὶ ἐκείνου πρὸς αὐτὸ ἀναγκαῖόν ἐστι γεγονέναι.