Passage
Plotinus, Enneads 5.1 (DIORISIS sentence 3629)
grc plotinus enneads
Ταύτης τοι γενεᾶς ὁ νοῦς οὗτος ἀξίας νοῦ τοῦ καθαρωτάτου μὴ ἄλλοθεν ἢ ἐκ τῆς πρώτης ἀρχῆς φῦναι, γενόμενον δὲ ἤδη τὰ ὄντα πάντα σὺν αὐτῶι γεννῆσαι, πᾶν μὲν τὸ τῶν ἰδεῶν κάλλος, πάντας δὲ θεοὺς νοητούς πλήρη δὲ ὄντα ὧν ἐγέννησε καὶ ὥσπερ καταπιόντα πάλιν τῶι ἐν αὐτῶι ἔχειν μηδὲ ἐκπεσεῖν εἰς ὕλην μηδὲ τραφῆναι παρὰ τῆι Ῥέαι, ὡς τὰ μυστήρια καὶ οἱ μῦθοι οἱ περὶ θεῶν αἰνίττονται Κρόνον μὲν θεὸν σοφώτατον πρὸ τοῦ Δία γενέσθαι ἃ γεννᾶι πάλιν ἐν ἑαυτῶι ἔχειν, ἧι καὶ πλήρης καὶ νοῦς ἐν κόρωι μετὰ δὲ ταῦτά φασι Δία γεννᾶν κόρον ἤδη ὄντα ψυχὴν γὰρ γεννᾶι νοῦς, νοῦς ὢν τέλειος.