Passage
Plotinus, Enneads 5.1 (DIORISIS sentence 3663)
grc plotinus enneads
Πῶς οὖν ἔχοντες τὰ τηλικαῦτα οὐκ ἀντιλαμβανόμεθα, ἀλλʼ ἀργοῦμεν ταῖς τοιαύταις ἐνεργείαις τὰ πολλά, οἱ δὲ οὐδʼ ὅλως ἐνεργοῦσιν Ἐκεῖνα μέν ἐστιν ἐν ταῖς αὐτῶν ἐνεργείαις ἀεί, νοῦς καὶ τὸ πρὸ νοῦ ἀεὶ ἐν ἑαυτῶι, καὶ ψυχὴ δέ τὸ ἀεικίνητον οὕτως.