LOGOI

Passage

Plotinus, Enneads 5.3 (DIORISIS sentence 3774)

grc plotinus enneads

Ἡ δὲ ἐν τῶι νῶι ζωὴ καὶ ἐνέργεια τὸ πρῶτον φῶς ἑαυτῶι λάμπον πρώτως καὶ πρὸς αὐτὸ λαμπηδών, λάμπον ὁμοῦ καὶ λαμπόμενον, τὸ ἀληθῶς νοητόν, καὶ νοοῦν καὶ νοούμενον, καὶ ἑαυτῶι ὁρώμενον καὶ οὐ δεόμενον ἄλλου, ἵνα ἴδηι, αὑτῶι αὔταρκες πρὸς τὸ ἰδεῖν καὶ γὰρ ὃ ὁρᾶι αὐτό ἐστι γιγνωσκόμενον καὶ παρʼ ἡμῶν αὐτῶι ἐκείνωι, ὡς καὶ παρʼ ἡμῶν τὴν γνῶσιν αὐτοῦ διʼ αὐτοῦ γίνεσθαι ἢ πόθεν ἂν ἔσχομεν λέγειν περὶ αὐτοῦ Τοιοῦτόν ἐστιν, οἷον σαφέστερον μὲν ἀντιλαμβάνεσθαι αὐτοῦ, ἡμᾶς δὲ διʼ αὐτοῦ διὰ δὲ τῶν τοιούτων λογισμῶν ἀνάγεσθαι καὶ τὴν ψυχὴν ἡμῶν εἰς αὐτὸ εἰκόνα θεμένην ἑαυτὴν εἶναι ἐκείνου, ὡς τὴν αὐτῆς ζωὴν ἴνδαλμα καὶ ὁμοίωμα εἶναι ἐκείνου, καὶ ὅταν νοῆι, θεοειδῆ καὶ νοοειδῆ γίγνεσθαι καὶ ἐάν τις αὐτὴν ἀπαιτῆι ὁποῖον ὁ νοῦς ἐκεῖνός ἐστιν ὁ τέλεος καὶ πᾶς, ὁ γινώσκων πρώτως ἑαυτόν, ἐν τῶι νῶι αὐτὴν πρῶτον γενομένην ἢ παραχωρήσασαν τῶι νῶι τὴν ἐνέργειαν, ὧν ἔσχε τὴν μνήμην ἐπʼ αὐτῆι, ταῦτα δὴ ἔχουσαν δεικνύναι ἑαυτήν, ὡς διʼ αὐτῆς εἰκόνος οὔσης ὁρᾶν δύνασθαι ἀμηιγέπηι ἐκεῖνον, διὰ τῆς ἐκείνωι πρὸς τὸ ἀκριβέστερον ὡμοιωμένης, ὅσον ψυχῆς μέρος εἰς ὁμοιότητα νῶι δύναται ἐλθεῖν.

Provenance

  • Stable ID plotinus:enneads:5.3:s3774
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable