Passage
Plotinus, Enneads 5.4 (DIORISIS sentence 3903)
grc plotinus enneads
Ὅ τι δʼ ἂν τῶν ἄλλων εἰς τελείωσιν ἴηι, ὁρῶμεν γεννῶν καὶ οὐκ ἀνεχόμενον ἐφʼ ἑαυτοῦ μένειν, ἀλλʼ ἕτερον ποιοῦν, οὐ μόνον ὅ τι ἂν προαίρεσιν ἔχηι, ἀλλὰ καὶ ὅσα φύει ἄνευ προαιρέσεως, καὶ τὰ ἄψυχα δὲ μεταδιδόντα ἑαυτῶν καθόσον δύναται οἷον τὸ πῦρ θερμαίνει, καὶ ψύχει ἡ χιών, καὶ τὰ φάρμακα δὲ εἰς ἄλλο ἐργάζεται οἷον αὐτά πάντα τὴν ἀρχὴν κατὰ δύναμιν ἀπομιμούμενα εἰς ἀιδιότητά τε καὶ ἀγαθότητα. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable