Passage
Plotinus, Enneads 5.5 (DIORISIS sentence 4029)
grc plotinus enneads
Τὸ δὲ πρῶτον ἀρχὴ τοῦ εἶναι καὶ κυριώτερον αὖ τῆς οὐσίας ὥστε ἀντιστρεπτέον τὴν δόξαν εἰ δὲ μή, καταλελείψηι ἔρημος θεοῦ, οἷον οἱ ἐν ταῖς ἑορταῖς ὑπὸ γαστριμαργίας πλήσαντες ἑαυτούς, ὧν οὐ θέμις λαβεῖν τοὺς εἰσιόντας πρὸς τοὺς θεούς, νομίσαντες μᾶλλον ἐκεῖνα ἐναργέστερα εἶναι τῆς θέας τοῦ θεοῦ, ὧι ἑορτάζειν προσήκει, οὐ μετέσχον τῶν ἐκεῖ ἱερῶν.