Passage
Plotinus, Enneads 5.7 (DIORISIS sentence 4131)
grc plotinus enneads
Ἢ τῶν διαφόρων οὐκ ἔστιν εἶναι τὸν αὐτὸν λόγον, οὐδὲ ἀρκεῖ ἄνθρωπος πρὸς παράδειγμα τῶν τινῶν ἀνθρώπων διαφερόντων ἀλλήλων οὐ τῆι ὕληι μόνον, ἀλλὰ καὶ ἰδικαῖς διαφοραῖς μυρίαις οὐ γὰρ ὡς αἱ εἰκόνες Σωκράτους πρὸς τὸ ἀρχέτυπον, ἀλλὰ δεῖ τὴν διάφορον ποίησιν ἐκ διαφόρων λόγων.