LOGOI

Passage

Plotinus, Enneads 5.8 (DIORISIS sentence 4183)

grc plotinus enneads

Οἱ δὲ ἐν ἐκείνωι ὄντες, ὅσοις ἡ οἴκησις ἐπʼ αὐτοῦ καὶ ἐν αὐτῶι, ἐν παντὶ οἰκοῦντες τῶι ἐκεῖ οὐρανῶι πάντα γὰρ ἐκεῖ οὐρανὸς καὶ ἡ γῆ οὐρανὸς καὶ θάλασσα καὶ ζῶια καὶ φυτὰ καὶ ἄνθρωποι, πᾶν οὐράνιον ἐκείνου τοῦ οὐρανοῦ οἱ δὲ θεοὶ οἱ ἐν αὐτῶι οὐκ ἀπαξιοῦντες ἀνθρώπους οὐδʼ ἄλλο τι τῶν ἐκεῖ, ὅτι τῶν ἐκεῖ, πᾶσαν μὲν διεξίασι τὴν ἐκεῖ χώραν καὶ τὸν τόπον ἀναπαυόμενοι καὶ γὰρ τὸ ῥεῖα ζώειν ἐκεῖ καὶ ἀλήθεια δὲ αὐτοῖς καὶ γενέτειρα καὶ τροφὸς καὶ οὐσία καὶ τροφή, καὶ ὁρῶσι τὰ πάντα, οὐχ οἷς γένεσις πρόσεστιν, ἀλλʼ οἷς οὐσία, καὶ ἑαυτοὺς ἐν ἄλλοις διαφανῆ γὰρ πάντα καὶ σκοτεινὸν οὐδὲ ἀντίτυπον οὐδέν, ἀλλὰ πᾶς παντὶ φανερὸς εἰς τὸ εἴσω καὶ πάντα φῶς γὰρ φωτί.

Provenance

  • Stable ID plotinus:enneads:5.8:s4183
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0