Passage
Plotinus, Enneads 5.8 (DIORISIS sentence 4217)
grc plotinus enneads
Ὅτι δὲ εἰς τὸ παράδειγμα ἀνάγει τὸ ἠγάσθη δῆλον ποιεῖ ἐπίτηδες τὸ ἑξῆς τῆς λέξεως λαβών εἶπε γάρ ἠγάσθη τε καὶ ἔτι μᾶλλον πρὸς τὸ παράδειγμα αὐτὸ ἐβουλήθη ἀφομοιῶσαι, τὸ κάλλος τοῦ παραδείγματος οἷόν ἐστιν ἐνδεικνύμενος διὰ τὸ ἐκ τούτου τὸ γενόμενον καλὸν καὶ αὐτὸ ὡς εἰκόνα ἐκείνου εἰπεῖν ἐπεὶ καὶ εἰ μὴ ἐκεῖνο ἦν τὸ ὑπέρκαλον κάλλει ἀμηχάνωι, τί ἂν τούτου τοῦ ὁρωμένου ἦν κάλλιον Ὅθεν οὐκ ὀρθῶς οἱ μεμφόμενοι τούτωι, εἰ μὴ ἄρα καθόσον μὴ ἐκεῖνό ἐστι. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable