Passage
Plotinus, Enneads 5.8 (DIORISIS sentence 4221)
grc plotinus enneads
Ὁ δὲ ἥκοι τὸν αὐτοῦ κόσμον φέρων μετὰ πάντων τῶν ἐν αὐτῶι θεῶν εἷς ὢν καὶ πάντες, καὶ ἕκαστος πάντες συνόντες εἰς ἕν, καὶ ταῖς μὲν δυνάμεσιν ἄλλοι, τῆι δὲ μιᾶι ἐκείνηι τῆι πολλῆι πάντες εἷς μᾶλλον δὲ ὁ εἷς πάντες οὐ γὰρ ἐπιλείπει αὐτός, ἢν πάντες ἐκεῖνοι γένωνται ὁμοῦ δέ εἰσι καὶ ἕκαστος χωρὶς αὖ ἐν στάσει ἀδιαστάτωι οὐ μορφὴν αἰσθητὴν οὐδεμίαν ἔχων ἤδη γὰρ ἂν ὁ μὲν ἄλλοθι, ὁ δέ που ἀλλαχόθι ἦν, καὶ ἕκαστος δὲ οὐ πᾶς ἐν αὐτῶι οὐδὲ μέρη ἄλλα ἔχων ἄλλοις ἢ αὐτῶι, οὐδὲ ἕκαστον οἷον δύναμις κερματισθεῖσα καὶ τοσαύτη οὖσα, ὅσα τὰ μέρη μετρούμενα. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable