Passage
Plotinus, Enneads 5.9 (DIORISIS sentence 4287)
grc plotinus enneads
Διὸ δεῖ τὰ πρῶτα ἐνεργείαι τίθεσθαι καὶ ἀπροσδεᾶ καὶ τέλεια τὰ δὲ ἀτελῆ ὕστερα ἀπʼ ἐκείνων, τελειούμενα δὲ παρʼ αὐτῶν τῶν γεγεννηκότων δίκην πατέρων τελειούντων, ἃ κατʼ ἀρχὰς ἀτελῆ ἐγέννησαν καὶ εἶναι μὲν ὕλην πρὸς τὸ ποιῆσαν τὸ πρῶτον, εἶτʼ αὐτὴν ἔμμορφον ἀποτελεῖσθαι. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable