LOGOI

Passage

Plotinus, Enneads 5.9 (DIORISIS sentence 4321)

grc plotinus enneads

Αἱ δὲ ἐπιστῆμαι ἐν ψυχῆι λογικῆι οὖσαι αἱ μὲν τῶν αἰσθητῶν εἰ δεῖ ἐπιστήμας τούτων λέγειν, πρέπει δὲ αὐταῖς τὸ τῆς δόξης ὄνομα ὕστεραι τῶν πραγμάτων οὖσαι εἰκόνες εἰσὶ τούτων τῶν δὲ νοητῶν, αἳ δὴ καὶ ὄντως ἐπιστῆμαι, παρὰ νοῦ εἰς λογικὴν ψυχὴν ἐλθοῦσαι αἰσθητὸν μὲν οὐδὲν νοοῦσι καθόσον δέ εἰσιν ἐπιστῆμαι, εἰσὶν αὐτὰ ἕκαστα ἃ νοοῦσι, καὶ ἔνδοθεν τό τε νοητὸν τήν τε νόησιν ἔχουσιν, ὅτι ὁ νοῦς ἔνδον ὅ ἐστιν αὐτὰ τὰ πρῶτα συνὼν αὐτῶι ἀεὶ καὶ ἐνεργείαι ὑπάρχων καὶ οὐκ ἐπιβάλλων ὡς οὐκ ἔχων ἢ ἐπικτώμενος ἢ διεξοδεύων οὐ προκεχειρισμένα ψυχῆς γὰρ ταῦτα πάθη ἀλλʼ ἕστηκεν ἐν αὑτῶι ὁμοῦ πάντα ὤν, οὐ νοήσας, ἵνʼ ὑποστήσηι ἕκαστα.

Provenance

  • Stable ID plotinus:enneads:5.9:s4321
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable