Passage
Plotinus, Enneads 6.1 (DIORISIS sentence 4426)
grc plotinus enneads
Ἡ δὲ σχέσις τί ἄλλο ἢ ἡμετέρα κρίσις παραβαλλόντων τὰ ἐφʼ ἑαυτῶν ὄντα ἅ ἐστι καὶ λεγόντων τοῦτο καὶ τοῦτο τὸ αὐτὸ μέγεθος ἔχει καὶ τὴν αὐτὴν ποιότητα καὶ οὗτος πεποίηκε τοῦτον καὶ οὗτος κρατεῖ τούτου Κάθισίς τε καὶ στάσις παρὰ τὸ καθήμενον καὶ ἑστηκὸς τί ἂν εἴη Ἡ δʼ ἕξις καὶ διάθεσις ἡ μὲν κατὰ τὸ ἔχον λεγομένη ἔχειν ἂν μᾶλλον σημαίνοι, ἡ δὲ κατὰ τὸ ἐχόμενον ποιὸν ἂν εἴη καὶ ἐπὶ διαθέσεως ὡσαύτως. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable