LOGOI

Passage

Plotinus, Enneads 6.1 (DIORISIS sentence 4538)

grc plotinus enneads

Εἰ δὲ τὴν μὲν ποίησιν εἰς τὸ πρός τι ἀνάξουσι, τὸ δὲ ποιεῖν ἓν γένος θήσονται, διὰ τί οὐ καὶ τὴν μὲν κίνησιν εἰς τὸ πρός τι, τὸ δὲ κινεῖσθαι ἕν τι γένος θήσονται, καὶ διαιρήσονται τὸ κινεῖσθαι ὡς ἓν διχῆι ἐν εἴδεσι τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, ἀλλʼ οὐχ ὡς νῦν τὸ μὲν ποιεῖν λέγουσι, τὸ δὲ πάσχειν Ἐπισκεπτέον δέ, εἰ ἐν τῶι ποιεῖν τὰς μὲν ἐνεργείας φήσουσι, τὰς δὲ κινήσεις, τὰς μὲν ἐνεργείας λέγοντες εἶναι τὰς ἀθρόας, τὰς δὲ κινήσεις, οἷον τὸ τέμνειν ἐν χρόνωι γὰρ τὸ τέμνειν ἢ πάσας κινήσεις ἢ μετὰ κινήσεως, καὶ εἰ πάσας πρὸς τὸ πάσχειν τὰς ποιήσεις ἤ τινας καὶ ἀπολύτους, οἷον τὸ βαδίζειν καὶ τὸ λέγειν, καὶ εἰ τὰς πρὸς τὸ πάσχειν πάσας κινήσεις, τὰς δʼ ἀπολύτους ἐνεργείας, ἢ ἐν ἑκατέροις ἑκάτερον.

Provenance

  • Stable ID plotinus:enneads:6.1:s4538
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable