Passage
Plotinus, Enneads 6.2 (DIORISIS sentence 4735)
grc plotinus enneads
Ὄντος μὲν δὴ εἴδη πολλὰ καὶ γένος κίνησις δὲ οὔτε ὑπὸ τὸ ὂν τακτέα οὔτʼ ἐπὶ τῶι ὄντι, ἀλλὰ μετὰ τοῦ ὄντος, εὑρεθεῖσα ἐν αὐτῶι οὐχ ὡς ἐν ὑποκειμένωι ἐνέργεια γὰρ αὐτοῦ καὶ οὐδέτερον ἄνευ τοῦ ἑτέρου ἢ ἐπινοίαι, καὶ αἱ δύο φύσεις μία καὶ γὰρ ἐνεργείαι τὸ ὄν, οὐ δυνάμει.