Passage
Plotinus, Enneads 6.3 (DIORISIS sentence 5145)
grc plotinus enneads
Ὄντος γὰρ τοῦ δυνάμει τοῦ μέν, ὅτι ἥκοι ἂν εἰς εἶδός τι, οἷον δυνάμει ἀνδριάς, τοῦ δέ, ὅτι ἥκοι ἂν εἰς ἐνέργειαν, οἷον τὸ βαδιστικόν, ὅταν τὸ μὲν προίηι εἰς ἀνδριάντα, ἡ πρόοδος κίνησις, τὸ δʼ ἐν τῶι βαδίζειν ἦι, τὸ βαδίζειν αὐτὸ κίνησις καὶ ὄρχησις ἐπὶ τοῦ δυναμένου ὀρχεῖσθαι, ὅταν ὀρχῆται.