Passage
Plotinus, Enneads 6.3 (DIORISIS sentence 5162)
grc plotinus enneads
Ὅταν μὲν οὖν ἡ δύναμις τοῦ κινεῖν βαδιστικὴ ἦι, οἷον ὦσε καὶ πεποίηκεν ἄλλον ἀλλάττειν ἀεὶ τόπον, ὅταν δὲ θερμαντική, ἐθέρμανε καὶ ὅταν ἡ δύναμις ὕλην λαβοῦσα εἰς φύσιν οἰκοδομῆι, αὔξησις, ὅταν δʼ ἄλλη δύναμις ἀφαιρῆι, μείωσις τοῦ δυναμένου ἀφαίρεσιν παθεῖν μειουμένου καὶ ὅταν ἡ γεννῶσα φύσις ἐνεργῆι, γένεσις, ὅταν δὲ αὕτη ἀδυνατῆι, ἡ δὲ φθείρειν δυναμένη ἐπικρατῆι, φθορά, οὐχ ἡ ἐν τῶι ἤδη γεγονότι, ἀλλʼ ἡ ἐν τῶι πορευομένωι καὶ ὑγίανσις δὲ κατὰ τὰ αὐτά, τῆς ποιεῖν δυναμένης ὑγίειαν ἐνεργούσης καὶ κρατούσης ὑγίανσις, τῆς δʼ ἐναντίας δυνάμεως τἀναντία ποιούσης.