Passage
Plotinus, Enneads 6.3 (DIORISIS sentence 5164)
grc plotinus enneads
Περὶ δὲ τῆς κατὰ τόπον κινήσεως, εἰ τὸ ἄνω φέρεσθαι τῶι κάτω ἐναντίον, καὶ τὸ κύκλωι τοῦ ἐπʼ εὐθείας διοίσει, πῶς ἡ διαφορά, οἷον τὸ ὑπὲρ κεφαλῆς καὶ ὑπὸ πόδας ῥίπτειν Καὶ γὰρ ἡ δύναμις ἡ ὠστικὴ μία εἰ μή τις ἄλλην τὴν ἄνω ὠθοῦσαν, καὶ ἄλλην λέγοι καὶ ἄλλως τὴν κάτω πρὸς τὴν ἄνω φοράν, καὶ μάλιστα εἰ φυσικῶς κινοῖτο, εἰ ἡ μὲν κουφότης εἴη, ἡ δὲ βαρύτης.