Passage
Plotinus, Enneads 6.4 (DIORISIS sentence 5351)
grc plotinus enneads
Γενομένου δὴ ζώιου, ὃ ἔχει μὲν παροῦσαν αὐτῶι ἐκ τοῦ ὄντος ψυχήν, καθʼ ἣν δὴ ἀνήρτηται εἰς πᾶν τὸ ὄν, παρόντος δὲ καὶ σώματος οὐ κενοῦ οὐδὲ ψυχῆς ἀμοίρου, ὃ ἔκειτο μὲν οὐδὲ πρότερον ἐν τῶι ἀψύχωι, ἔτι δὲ μᾶλλον οἷον ἐγγὺς γενόμενον τῆι ἐπιτηδειότητι, καὶ γενομένου οὐκέτι σώματος μόνου, ἀλλὰ καὶ ζῶντος σώματος, καὶ τῆι οἷον γειτονείαι καρπωσαμένου τι ἴχνος ψυχῆς, οὐκ ἐκείνης μέρους, ἀλλʼ οἷον θερμασίας τινὸς ἢ ἐλλάμψεως ἐλθούσης, γένεσις ἐπιθυμιῶν καὶ ἡδονῶν καὶ ἀλγηδόνων ἐν αὐτῶι ἐξέφυ ἦν δὲ οὐκ ἀλλότριον τὸ σῶμα τοῦ ζώιου τοῦ γεγενημένου. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable