Passage
Plotinus, Enneads 6.4 (DIORISIS sentence 5358)
grc plotinus enneads
Ὥστε τὸ μὲν κατελθεῖν τὸ ἐν σώματι γενέσθαι, ὥς φαμεν ψυχὴν ἐν σώματι γενέσθαι, τὸ τούτωι δοῦναί τι παρʼ αὐτῆς, οὐκ ἐκείνου γενέσθαι, τὸ δʼ ἀπελθεῖν τὸ μηδαμῆι τὸ σῶμα ἐπικοινωνεῖν αὐτῆς τάξιν δὲ εἶναι τῆς τοιαύτης κοινωνίας τοῖς τοῦδε τοῦ παντὸς μέρεσι, τὴν δὲ οἷον ἐν ἐσχάτωι τῶι νοητῶι τόπωι πλεονάκις διδόναι ἑαυτῆς ἅτε πλησίον τῆι δυνάμει οὖσαν καὶ ἐν βραχυτέροις διαστήμασι φύσεως τῆς τοιαύτης νόμωι κακὸν δὲ εἶναι τὴν τοιαύτην κοινωνίαν καὶ ἀγαθὸν τὴν ἀπαλλαγήν.