Passage
Plotinus, Enneads 6.7 (DIORISIS sentence 5772)
grc plotinus enneads
Τί γὰρ κωλύει τὴν μὲν δύναμιν τῆς τοῦ παντὸς ψυχῆς προυπογράφειν, ἅτε λόγον πάντα οὖσαν, πρὶν καὶ παρʼ αὐτῆς ἥκειν τὰς ψυχικὰς δυνάμεις, καὶ τὴν προυπογραφὴν οἷον προδρόμους ἐλλάμψεις εἰς τὴν ὕλην εἶναι, ἤδη δὲ τοῖς τοιούτοις ἴχνεσιν ἐπακολουθοῦσαν τὴν ἐξεργαζομένην ψυχὴν κατὰ μέρη τὰ ἴχνη διαρθροῦσαν ποιῆσαι καὶ γενέσθαι ἑκάστην τοῦτο, ὧι προσῆλθε σχηματίσασα ἑαυτήν, ὥσπερ τὸν ἐν ὀρχήσει πρὸς τὸ δοθὲν αὐτῶι δρᾶμα Ἀλλὰ γὰρ ἐπισπόμενοι τῶι ἐφεξῆς εἰς τοῦτο ἥκομεν. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable