LOGOI

Passage

Plotinus, Enneads 6.7 (DIORISIS sentence 5776)

grc plotinus enneads

Τὸ δὲ ἵππος ὅλως καὶ ἕκαστον τῶν ζώιων ἐκεῖ πῶς οὐ πρὸς τὰ ἐνταῦθα ἐθέλει βλέπειν Ἀλλʼ εἰ μέν, ἵνα ἐνταῦθα ἵππος γένοιτο ἢ ἄλλο τι ζῶιον, ἐξεῦρε νόησιν ἵππου Καίτοι πῶς οἷόν τε ἦν βουλόμενον ἵππον ποιῆσαι νοῆσαι ἵππον Ἤδη γὰρ δῆλον ὅτι ὑπῆρχεν ἵππου νόησις, εἴπερ ἠβουλήθη ἵππον ποιῆσαι ὥστε οὐκ ἔστιν, ἵνα ποιήσηι, νοῆσαι, ἀλλὰ πρότερον εἶναι τὸν μὴ γενόμενον ἵππον πρὸ τοῦ μετὰ ταῦτα ἐσομένου.

Provenance

  • Stable ID plotinus:enneads:6.7:s5776
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0