Passage
Plotinus, Enneads 6.7 (DIORISIS sentence 5826)
grc plotinus enneads
Ἔστι δʼ ἐκεῖ δηλονότι καὶ γῆ οὐκ ἔρημος, ἀλλὰ πολὺ μᾶλλον ἐζωωμένη, καὶ ἔστιν ἐν αὐτῆι ζῶια ξύμπαντα, ὅσα πεζὰ καὶ χερσαῖα λέγεται ἐνταῦθα, καὶ φυτὰ δηλονότι ἐν τῶι ζῆν ἱδρυμένα καὶ θάλασσα δέ ἐστιν ἐκεῖ, καὶ πᾶν ὕδωρ ἐν ῥοῆι καὶ ζωῆι μενούσηι, καὶ τὰ ἐν ὕδατι ζῶια πάντα, ἀέρος τε φύσις τοῦ ἐκεῖ παντὸς μοῖρα, καὶ ζῶια ἀέρια ἐν αὐτῶι ἀνάλογον αὐτῶι τῶι ἀέρι.