Passage
Plotinus, Enneads 6.7 (DIORISIS sentence 5871)
grc plotinus enneads
Διὸ καὶ εἴ τις αὐτὸν ἀπεικάζει σφαίραι ζώσηι ποικίληι, εἴτε παμπρόσωπόν τι χρῆμα λάμπον ζῶσι προσώποις εἴτε ψυχὰς τὰς καθαρὰς πάσας εἰς τὸ αὐτὸ συνδραμούσας φαντάζοιτο οὐκ ἐνδεεῖς, ἀλλὰ πάντα τὰ αὐτῶν ἐχούσας, καὶ νοῦν τὸν πάντα ἐπʼ ἄκραις αὐταῖς ἱδρυμένον, ὡς φέγγει νοερῶι καταλάμπεσθαι τὸν τόπον φανταζόμενος μὲν οὕτως ἔξω πως ἄλλος ὢν ὁρώιη ἄλλον δεῖ δὲ ἑαυτὸν ἐκεῖνο γενόμενον τὴν θέαν ἑαυτὸν ποιήσασθαι.