Passage
Plotinus, Enneads 6.7 (DIORISIS sentence 6022)
grc plotinus enneads
Ἀλλʼ ἐπειδὴ πάσηι ἐνεργείαι καὶ διαθέσει δὲ καὶ ζωῆι ἕπεσθαι δεῖ καὶ συνεῖναι οἷόν τι ἐπιθέον, καθὸ τῆι μέν ἐστι κατὰ φύσιν ἰούσηι τὸ ἐμποδίζον καί τι τοῦ ἐναντίου παραμεμιγμένον, ὃ οὐκ ἐᾶι τὴν ζωὴν ἑαυτῆς εἶναι, τῆι δὲ καθαρὸν καὶ εἰλικρινὲς τὸ ἐνέργημα καὶ ἡ ζωὴ ἐν διαθέσει φαιδρᾶι, τὴν τοιαύτην τοῦ νοῦ κατάστασιν ἀσμενιστὴν καὶ αἱρετωτάτην εἶναι τιθέμενοι ἡδονῆι μεμίχθαι λέγουσιν ἀπορίαι οἰκείας προσηγορίας, οἷα ποιοῦσι καὶ τὰ ἄλλα ὀνόματα παρʼ ἡμῖν ἀγαπώμενα μεταφέροντες, τὸ μεθυσθεὶς ἐπὶ τοῦ νέκταρος καὶ ἐπὶ δαῖτα καὶ ἑστίασιν καὶ τὸ μείδησε δὲ πατὴρ οἱ ποιηταὶ καὶ ἄλλα τοιαῦτα μυρία. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable