LOGOI

Passage

Plotinus, Enneads 6.7 (DIORISIS sentence 6074)

grc plotinus enneads

Καὶ γὰρ οὐδʼ ἐκεῖνόν φησιν, ὃν ὁρᾶι, καίτοι νοῦς γενόμενος αὕτη θεωρεῖ οἷον νοωθεῖσα καὶ ἐν τῶι τόπωι τῶι νοητῶι γενομένη ἀλλὰ γενομένη μὲν ἐν αὐτῶι καὶ περὶ αὐτὸν ἔχουσα τὸ νοητὸν νοεῖ, ἐπὴν δʼ ἐκεῖνον ἴδηι τὸν θεόν, πάντα ἤδη ἀφίησιν, οἷον εἴ τις εἰσελθὼν εἰς οἶκον ποικίλον καὶ οὕτω καλὸν θεωροῖ ἔνδον ἕκαστα τῶν ποικιλμάτων καὶ θαυμάζοι, πρὶν ἰδεῖν τὸν τοῦ οἴκου δεσπότην, ἰδὼν δʼ ἐκεῖνον καὶ ἀγασθεὶς οὐ κατὰ τὴν τῶν ἀγαλμάτων φύσιν ὄντα, ἀλλʼ ἄξιον τῆς ὄντως θέας, ἀφεὶς ἐκεῖνα τοῦτον μόνον τοῦ λοιποῦ βλέποι, εἶτα βλέπων καὶ μὴ ἀφαιρῶν τὸ ὄμμα μηκέτι ὅραμα βλέποι τῶι συνεχεῖ τῆς θέας, ἀλλὰ τὴν ὄψιν αὐτοῦ συγκεράσαιτο τῶι θεάματι, ὥστε ἐν αὐτῶι ἤδη τὸ ὁρατὸν πρότερον ὄψιν γεγονέναι, τῶν δʼ ἄλλων πάντων ἐπιλάθοιτο θεαμάτων.

Provenance

  • Stable ID plotinus:enneads:6.7:s6074
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable