Passage
Plotinus, Enneads 6.8 (DIORISIS sentence 6199)
grc plotinus enneads
Τί δὲ ἐπʼ αὐτῆς τῆς ἀρετῆς τῆς κατὰ τὴν ἕξιν καὶ τὴν διάθεσιν Ἆρʼ οὐ κακῶς ψυχῆς ἐχούσης φήσομεν αὐτὴν εἰς κατακόσμησιν ἐλθεῖν συμμετρουμένην τὰ πάθη καὶ τὰς ὀρέξεις Τίνα οὖν τρόπον λέγομεν ἐφʼ ἡμῖν τὸ ἀγαθοῖς εἶναι καὶ τὸ ἀδέσποτον τὴν ἀρετήν Ἢ τοῖς γε βουληθεῖσι καὶ ἑλομένοις ἢ ὅτι ἐγγενομένη αὕτη κατασκευάζει τὸ ἐλεύθερον καὶ τὸ ἐφʼ ἡμῖν καὶ οὐκ ἐᾶι ἔτι δούλους εἶναι, ὧν πρότερον ἦμεν. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable