LOGOI

Passage

Plotinus, Enneads 6.8 (DIORISIS sentence 6339)

grc plotinus enneads

Ὥσπερ οὐδʼ ἐκεῖ γραμμὰς οὐδὲ κύκλον τὸ κέντρον, κύκλου δὲ καὶ γραμμῶν πατέρα, ἴχνη αὐτοῦ δόντα καὶ δυνάμει μενούσηι γραμμὰς καὶ κύκλον οὐ πάντη ἀπηρτημένα αὐτοῦ ῥώμηι τινὶ γεγεννηκότα οὕτω τοι κἀκεῖνο, τῆς νοερᾶς περιθεούσης δυνάμεως, τὸ οἷον ἰνδάλματος αὐτοῦ ἀρχέτυπον, ἐν ἑνὶ νοῦν, πολλοῖς καὶ εἰς πολλὰ οἷον νενικημένου καὶ νοῦ διὰ ταῦτα γενομένου, ἐκείνου πρὸ νοῦ μείναντος ἐκ τῆς δυνάμεως αὐτοῦ νοῦν γεννήσαντος τίς ἂν συντυχία ἢ τὸ αὐτόματον ἢ τὸ ὡς συνέβη εἶναι τῆς τοιαύτης δυνάμεως τῆς νοοποιοῦ καὶ ὄντως ποιητικῆς πλησίον ἥκοι Οἷον γὰρ τὸ ἐν νῶι, πολλαχῆι μεῖζον ἢ τοιοῦτον τὸ ἐν ἑνὶ ἐκείνωι, ὥσπερ φωτὸς ἐπὶ πολὺ σκεδασθέντος ἐξ ἑνός τινος ἐν αὐτῶι ὄντος διαφανοῦς εἴδωλον μὲν τὸ σκεδασθέν, τὸ δʼ ἀφʼ οὗ τὸ ἀληθές οὐ μὴν ἀλλοειδὲς τὸ σκεδασθὲν εἴδωλον ὁ νοῦς, ὃς οὐ τύχη, ἀλλὰ καθέκαστον αὐτοῦ λόγος καὶ αἰτία, αἴτιον δὲ ἐκεῖνο τοῦ αἰτίου.

Provenance

  • Stable ID plotinus:enneads:6.8:s6339
  • Source Plotinus Enneads lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), Bibliotheca Augustana base text · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable