Passage
Plotinus, Enneads 6.8 (DIORISIS sentence 6348)
grc plotinus enneads
Χρὴ δὲ ἴσως καὶ τὸ ἐπέκεινα οὐσίας καὶ ταύτηι νοεῖσθαι τοῖς παλαιοῖς λεγόμενον διʼ αἰνίξεως, οὐ μόνον ὅτι γεννᾶι οὐσίαν, ἀλλʼ ὅτι οὐ δουλεύει οὐδὲ οὐσίαι οὐδὲ ἑαυτῶι, οὐδέ ἐστιν αὐτῶι ἀρχὴ ἡ οὐσία αὐτοῦ, ἀλλʼ αὐτὸς ἀρχὴ τῆς οὐσίας ὢν οὐχ αὑτῶι ἐποίησε τὴν οὐσίαν, ἀλλὰ ποιήσας ταύτην ἔξω εἴασεν ἑαυτοῦ, ἅτε οὐδὲν τοῦ εἶναι δεόμενος, ὃς ἐποίησεν αὐτό. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable