Passage
Aristotle, De Divinatione per Somnum (DIORISIS sentence 11)
grc aristotle de divinatione per somnum
ἀλλὰ μὴν καὶ ἔνιά γε τῶν καθʼ ὕπνον φαντασμάτων αἴτια εἶναι τῶν οἰκείων ἑκάστῳ πράξεων οὐκ ἄλογον ὥσπερ γὰρ μέλλοντες πράττειν ἢ ἐν ταῖς πράξεσιν ὄντες ἢ πεπραχότες πολλάκις εὐθυονειρίᾳ ταύταις σύνεσμεν καὶ πράττομεν( αἴτιον δʼ ὅτι προωδοποιημένη τυγχάνει ἡ κίνησις ἀπὸ τῶν μεθʼ ἡμέραν ἀρχῶν̓)͵ οὕτω πάλιν ἀναγκαῖον καὶ τὰς καθʼ ὕπνον κινήσεις πολλάκις ἀρχὰς εἶναι τῶν μεθʼ ἡμέραν πράξεων διὰ τὸ προωδοποιῆσθαι πάλιν καὶ τούτων τὴν διάνοιαν ἐν τοῖς φαντάσμασι τοῖς νυκτερινοῖς.