LOGOI

Philosophy · Aristotle

De Divinatione per Somnum

Aristotle, 384–322 BCE — in Greek.

The words most alive here

By how often they stand in this work, the commonest particles set aside. Each opens onto its own word.

Read from it

  • Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων οὔτε καταφρονῆσαι ῥᾴδιον οὔτε πεισθῆναι.

    Aristotle, De Divinatione per Somnum (DIORISIS sentence 1)
  • φανερὸν οὖν ὅτι ταῦτα ἀναγκαῖον ἐν τοῖς ὕπνοις εἶναι καταφανῆ μᾶλλον ἢ ἐν τῷ ἐγρηγορέναι.

    Aristotle, De Divinatione per Somnum (DIORISIS sentence 10)
  • ἀλλὰ μὴν καὶ ἔνιά γε τῶν καθʼ ὕπνον φαντασμάτων αἴτια εἶναι τῶν οἰκείων ἑκάστῳ πράξεων οὐκ ἄλογον ὥσπερ γὰρ μέλλοντες πράττειν ἢ ἐν ταῖς πράξεσιν ὄντες ἢ πεπραχότες πολλάκις εὐθυονειρίᾳ ταύταις σύνεσμεν καὶ πράττομεν( αἴτιον δʼ ὅτι προωδοποιημένη τυγχάνει ἡ κίνησις ἀπὸ τῶν μεθʼ ἡμέραν ἀρχῶν̓)͵ οὕτω πάλιν ἀναγκαῖον καὶ τὰς καθʼ ὕπνον κινήσεις πολλάκις ἀρχὰς εἶναι τῶν μεθʼ ἡμέραν πράξεων διὰ τὸ προωδοποιῆσθαι πάλιν καὶ τούτων τὴν διάνοιαν ἐν τοῖς φαντάσμασι τοῖς νυκτερινοῖς.

    Aristotle, De Divinatione per Somnum (DIORISIS sentence 11)
  • οὕτω μὲν οὖν ἐνδέχεται τῶν ἐνυπνίων ἔνια καὶ σημεῖα καὶ αἴτια εἶναι.

    Aristotle, De Divinatione per Somnum (DIORISIS sentence 12)
  • τὰ δὲ πολλὰ συμπτώμασιν ἔοικε μάλιστα δὲ τά τε ὑπερβατὰ πάντα καὶ ὧν μὴ ἐν αὑτοῖς ἡ ἀρχή ἀλλὰ περὶ ναυμαχίας καὶ τῶν πόρρω συμβαινόντων ἐστίν περὶ γὰρ τούτων τὸν αὐτὸν τρόπον ἔχειν εἰκὸς ὃν ὅταν μεμνημένῳ τινὶ περί τινος τυχῇ τοῦτο γιγνόμενον τί γὰρ κωλύει καὶ ἐν τοῖς ὕπνοις οὕτως μᾶλλον δʼ εἰκὸς πολλὰ τοιαῦτα συμβαίνειν.

    Aristotle, De Divinatione per Somnum (DIORISIS sentence 13)
  • ὥσπερ οὖν οὐδὲ τὸ μνησθῆναι περὶ τοῦδε σημεῖον οὐδὲ αἴτιον τοῦ παραγενέσθαι αὐτόν οὕτως οὐδʼ ἐκεῖ τοῦ ἀποβῆναι τὸ ἐνύπνιον τῷ ἰδόντι οὔτε σημεῖον οὔτʼ αἴτιον ἀλλὰ σύμπτωμα.

    Aristotle, De Divinatione per Somnum (DIORISIS sentence 14)

Doors