LOGOI

Philosophy · Aristotle

De Somno et Vigilia

Aristotle, 384–322 BCE — in Greek.

The words most alive here

By how often they stand in this work, the commonest particles set aside. Each opens onto its own word.

Read from it

  • Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως ἐπισκεπτέον τίνα τε τυγχάνει ὄντα καὶ πότερον ἴδια τῆς ψυχῆς ἢ τοῦ σώματος ἢ κοινά καὶ εἰ κοινά τίνος μορίου τῆς ψυχῆς ἢ τοῦ σώματος καὶ διὰ τίνʼ αἰτίαν ὑπάρχει τοῖς ζῴοις καὶ πότερον ἅπαντα κεκοινώνηκεν ἀμφοτέρων ἢ τὰ μὲν θατέρου τὰ δὲ θατέρου μόνον ἢ τὰ μὲν οὐδετέρου τὰ δὲ ἀμφοτέρων πρὸς δὲ τούτοις τί ἐστι τὸ ἐνύπνιον καὶ διὰ τίνα αἰτίαν οἱ καθεύδοντες ὁτὲ μὲν ὀνειρώττουσιν ὁτὲ δὲ οὔ ἢ συμβαίνει μὲν ἀεὶ τοῖς καθεύδουσιν ἐνυπνιάζειν ἀλλʼ οὐ μνημονεύουσιν καὶ εἰ τοῦτο γίγνεται διὰ τίνα αἰτίαν γίγνεται καὶ πότερον ἐνδέχεται τὰ μέλλοντα προορᾶν ἢ οὐκ ἐνδέχεται καὶ τίνα τρόπον εἰ ἐνδέχεται καὶ πότερον τὰ μέλλοντα ὑπʼ ἀνθρώπου πράσσεσθαι μόνον ἢ καὶ ὧν τὸ δαιμόνιον ἔχει τὴν αἰτίαν καὶ φύσει γίγνεται ἢ ἀπὸ ταὐτομάτου.

    Aristotle, De Somno et Vigilia (DIORISIS sentence 1)
  • εἰ τοίνυν τὸ ἐγρηγορέναι ὥρισται τῷ λελύσθαι τὴν αἴσθησιν τῶν δʼ ἐναντίων τῶν μὲν ἀνάγκη θάτερον ἀεὶ παρεῖναι τῶν δʼ οὔ τῷ δʼ ἐγρηγορέναι τὸ καθεύδειν ἐναντίον καὶ ἀναγκαῖον ἅπαντι θάτερον ὑπάρχειν ἀναγκαῖον ἂν εἴη καθεύδειν.

    Aristotle, De Somno et Vigilia (DIORISIS sentence 10)
  • εἰ οὖν τὸ τοιοῦτον πάθος ὕπνος τοῦτο δʼ ἐστὶν ἀδυναμία διʼ ὑπερβολὴν τοῦ ἐγρηγορέναι ἡ δὲ τοῦ ἐγρηγορέναι ὑπερβολὴ ὁτὲ μὲν νοσώδης ὁτὲ δὲ ἄνευ νόσου γίγνεται ὥστε καὶ ἡ ἀδυναμία καὶ ἡ διάλυσις ὡσαύτως ἔσται ἀνάγκη πᾶν τὸ ἐγρηγορὸς ἐνδέχεσθαι καθεύδειν ἀδύνατον γὰρ ἀεὶ ἐνεργεῖν.

    Aristotle, De Somno et Vigilia (DIORISIS sentence 11)
  • ὁμοίως δὲ οὐδὲ καθεύδειν οὐδὲν ἀεὶ ἐνδέχεται.

    Aristotle, De Somno et Vigilia (DIORISIS sentence 12)
  • ὁ γὰρ ὕπνος πάθος τι τοῦ αἰσθητικοῦ μορίου ἐστίν οἷον δεσμός τις καὶ ἀκινησία ὥστʼ ἀνάγκη πᾶν τὸ καθεῦδον ἔχειν τὸ αἰσθητικὸν μόριον.

    Aristotle, De Somno et Vigilia (DIORISIS sentence 13)
  • αἰσθητικὸν δὲ τὸ δυνατὸν αἰσθάνεσθαι κατʼ ἐνέργειαν ἐνεργεῖν δὲ τῇ αἰσθήσει κυρίως καὶ ἁπλῶς ἀδύνατον καθεῦδον ἅμα διὸ ἀναγκαῖον ὕπνον πάντα ἐγερτὸν εἶναι.

    Aristotle, De Somno et Vigilia (DIORISIS sentence 14)

Doors