LOGOI

Passage

Aristotle, De Somno et Vigilia (DIORISIS sentence 1)

grc aristotle de somno et vigilia

Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως ἐπισκεπτέον τίνα τε τυγχάνει ὄντα καὶ πότερον ἴδια τῆς ψυχῆς ἢ τοῦ σώματος ἢ κοινά καὶ εἰ κοινά τίνος μορίου τῆς ψυχῆς ἢ τοῦ σώματος καὶ διὰ τίνʼ αἰτίαν ὑπάρχει τοῖς ζῴοις καὶ πότερον ἅπαντα κεκοινώνηκεν ἀμφοτέρων ἢ τὰ μὲν θατέρου τὰ δὲ θατέρου μόνον ἢ τὰ μὲν οὐδετέρου τὰ δὲ ἀμφοτέρων πρὸς δὲ τούτοις τί ἐστι τὸ ἐνύπνιον καὶ διὰ τίνα αἰτίαν οἱ καθεύδοντες ὁτὲ μὲν ὀνειρώττουσιν ὁτὲ δὲ οὔ ἢ συμβαίνει μὲν ἀεὶ τοῖς καθεύδουσιν ἐνυπνιάζειν ἀλλʼ οὐ μνημονεύουσιν καὶ εἰ τοῦτο γίγνεται διὰ τίνα αἰτίαν γίγνεται καὶ πότερον ἐνδέχεται τὰ μέλλοντα προορᾶν ἢ οὐκ ἐνδέχεται καὶ τίνα τρόπον εἰ ἐνδέχεται καὶ πότερον τὰ μέλλοντα ὑπʼ ἀνθρώπου πράσσεσθαι μόνον ἢ καὶ ὧν τὸ δαιμόνιον ἔχει τὴν αἰτίαν καὶ φύσει γίγνεται ἢ ἀπὸ ταὐτομάτου.

Provenance