LOGOI

Philosophy · Aristotle

De Insomniis

Aristotle, 384–322 BCE — in Greek.

The words most alive here

By how often they stand in this work, the commonest particles set aside. Each opens onto its own word.

Read from it

  • Μετὰ δὲ ταῦτα περὶ ἐνυπνίου ἐπιζητητέον καὶ πρῶτον τίνι τῶν τῆς ψυχῆς φαίνεται καὶ πότερον τοῦ νοητικοῦ τὸ πάθος ἐστὶ τοῦτο ἢ τοῦ αἰσθητικοῦ τούτοις γὰρ μόνοις τῶν ἐν ἡμῖν γνωρίζομέν τι.

    Aristotle, De Insomniis (DIORISIS sentence 1)
  • καὶ ὑγιαίνουσι δὲ καὶ εἰδόσιν ὅμως ὁ ἥλιος ποδιαῖος εἶναι δοκεῖ.

    Aristotle, De Insomniis (DIORISIS sentence 10)
  • ἀλλʼ εἴτε δὴ ταὐτὸν εἴθʼ ἕτερον τὸ φανταστικὸν τῆς ψυχῆς καὶ τὸ αἰσθητικόν οὐδὲν ἧττον οὐ γίνεται ἄνευ τοῦ ὁρᾶν καὶ αἰσθάνεσθαί τι τὸ γὰρ παρορᾶν καὶ παρακούειν ὁρῶντος ἀληθές τι καὶ ἀκούοντος οὐ μέντοι τοῦτο ὃ οἴεται.

    Aristotle, De Insomniis (DIORISIS sentence 11)
  • ἐν δὲ τῷ ὕπνῳ ὑπόκειται μηδὲν ὁρᾶν μηδὲν ἀληθές τὸ δὲ μηδὲν πάσχειν τὴν αἴσθησιν οὐκ ἀληθές ἀλλʼ ἐνδέχεται καὶ τὴν ὄψιν πάσχειν τι καὶ τὰς ἄλλας αἰσθήσεις ἕκαστον δὲ τούτων ὥσπερ ἐγρηγορότος προσβάλλει μέν πως τῇ αἰσθήσει οὐχ οὕτω δὲ ὥσπερ ἐγρηγορότος καὶ ὁτὲ μὲν ἡ δόξα λέγει ὅτι ψεῦδος ὥσπερ ἐγρηγορόσιν ὁτὲ δὲ κατέχεται καὶ ἀκολουθεῖ τῷ φαντάσματι ὅτι μὲν οὖν οὐκ ἔστι τοῦ δοξάζοντος οὐδὲ τοῦ διανοουμένου τὸ πάθος τοῦτο ὃ καλοῦμεν ἐνυπνιάζειν φανερόν.

    Aristotle, De Insomniis (DIORISIS sentence 12)
  • ἀλλʼ οὐδὲ τοῦ αἰσθανομένου ἁπλῶς ὁρᾶν γὰρ ἂν ἦν καὶ ἀκούειν ἁπλῶς.

    Aristotle, De Insomniis (DIORISIS sentence 13)
  • ἀλλὰ πῶς δὴ καὶ τίνα τρόπον ἐπισκεπτέον.

    Aristotle, De Insomniis (DIORISIS sentence 14)

Doors