Passage
Aristotle, De Insomniis (DIORISIS sentence 43)
grc aristotle de insomniis
πρὸς δὲ τὴν ἐξ ἀρχῆς σκέψιν ὑποκείσθω ἓν μέν ὅπερ ἐκ τῶν εἰρημένων φανερόν ὅτι καὶ ἀπελθόντος τοῦ θύραθεν αἰσθητοῦ ἐμμένει τὰ αἰσθήματα αἰσθητὰ ὄντα πρὸς δὲ τούτοις ὅτι ῥᾳδίως ἀπατώμεθα περὶ τὰς αἰσθήσεις ἐν τοῖς πάθεσιν ὄντες ἄλλοι δὲ ἐν ἄλλοις οἷον ὁ δειλὸς ἐν φόβῳ ὁ δʼ ἐρωτικὸς ἐν ἔρωτι ὥστε δοκεῖν ἀπὸ μικρᾶς ὁμοιότητος τὸν μὲν τοὺς πολεμίους ὁρᾶν τὸν δὲ τὸν ἐρώμενον καὶ ταῦτα ὅσῳ ἂν ἐμπαθέστερος ᾖ τοσούτῳ ἀπʼ ἐλάσσονος ὁμοιότητος φαίνεται. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable