Passage
Aristotle, De Insomniis (DIORISIS sentence 2)
grc aristotle de insomniis
εἰ δʼ ἡ χρῆσις ὄψεως ὅρασις καὶ ἀκοῆς τὸ ἀκούειν καὶ ὅλως αἰσθήσεως τὸ αἰσθάνεσθαι κοινὰ δʼ ἐστὶ τῶν αἰσθήσεων οἷον σχῆμα καὶ μέγεθος καὶ κίνησις καὶ τἆλλα τὰ τοιαῦτα ἴδια δʼ οἷον χρῶμα ψόφος χυμός ἀδυνατεῖ δὲ πάντα μύοντα καὶ καθεύδοντα ὁρᾶν ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν δῆλον ὅτι οὐκ αἰσθανόμεθα οὐδὲν ἐν τοῖς ὕπνοις οὐκ ἄρα γε τῇ αἰσθήσει τὸ ἐνύπνιον αἰσθανόμεθα.