LOGOI

Philosophy · Aristotle

De Memoria et Reminiscentia

Aristotle, 384–322 BCE — in Greek.

The words most alive here

By how often they stand in this work, the commonest particles set aside. Each opens onto its own word.

Read from it

  • Περὶ μνήμης καὶ τοῦ μνημονεύειν λεκτέον τί ἐστι καὶ διὰ τίνʼ αἰτίαν γίγνεται καὶ τίνι τῶν τῆς ψυχῆς μορίων συμβαίνει τοῦτο τὸ πάθος καὶ τὸ ἀναμιμνήσκεσθαι οὐ γὰρ οἱ αὐτοί εἰσι μνημονικοὶ καὶ ἀναμνηστικοί ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ μνημονικώτεροι μὲν οἱ βραδεῖς ἀναμνηστικώτεροι δὲ οἱ ταχεῖς καὶ εὐμαθεῖς.

    Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 1)
  • εἰ δὲ τῶν νοητικῶν τι μορίων ἦν οὐκ ἂν ὑπῆρχε πολλοῖς τῶν ἄλλων ζῴων ἴσως δʼ οὐδενὶ τῶν ἀνοήτων ἐπεὶ οὐδὲ νῦν πᾶσι διὰ τὸ μὴ πάντα χρόνου αἴσθησιν ἔχειν ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ μνήμῃ καθάπερ καὶ πρότερον εἴπομεν ὅτι εἶδε τοῦτο ἢ ἤκουσεν ἢ ἔμαθε προσαισθάνεται ὅτι πρότερον τὸ δὲ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἐστίν.

    Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 10)
  • τίνος μὲν οὖν τῶν τῆς ψυχῆς ἐστι μνήμη φανερόν ὅτι οὗπερ καὶ ἡ φαντασία καί ἐστι μνημονευτὰ καθʼ αὑτὰ μὲν ὧν ἐστι φαντασία κατὰ συμβεβηκὸς δὲ ὅσα μὴ ἄνευ φαντασίας.

    Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 11)
  • ἀπορήσειε δʼ ἄν τις πῶς ποτε τοῦ μὲν πάθους παρόντος τοῦ δὲ πράγματος ἀπόντος μνημονεύεται τὸ μὴ παρόν.

    Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 12)
  • δῆλον γὰρ ὅτι δεῖ νοῆσαι τοιοῦτον τὸ γιγνόμενον διὰ τῆς αἰσθήσεως ἐν τῇ ψυχῇ καὶ τῷ μορίῳ τοῦ σώματος τῷ ἔχοντι αὐτήνοἷον ζωγράφημά τι οὗ φαμεν τὴν ἕξιν μνήμην εἶναι ἡ γὰρ γιγνομένη κίνησις ἐνσημαίνεται οἷον τύπον τινὰ τοῦ αἰσθήματος καθάπερ οἱ σφραγιζόμενοι τοῖς δακτυλίοις.

    Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 13)
  • διὸ καὶ τοῖς μὲν ἐν κινήσει πολλῇ διὰ πάθος ἢ διʼ ἡλικίαν οὖσιν οὐ γίγνεται μνήμη καθάπερ ἂν εἰς ὕδωρ ῥέον ἐμπιπτούσης τῆς κι νήσεως καὶ τῆς σφραγῖδος τοῖς δὲ διὰ τὸ ψήχεσθαι καθάπερ τὰ παλαιὰ τῶν οἰκοδομημάτων καὶ διὰ σκληρότητα τοῦ δεχομένου τὸ πάθος οὐκ ἐγγίγνεται ὁ τύπος.

    Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 14)

Doors