Passage
Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 14)
grc aristotle de memoria et reminiscentia
διὸ καὶ τοῖς μὲν ἐν κινήσει πολλῇ διὰ πάθος ἢ διʼ ἡλικίαν οὖσιν οὐ γίγνεται μνήμη καθάπερ ἂν εἰς ὕδωρ ῥέον ἐμπιπτούσης τῆς κι νήσεως καὶ τῆς σφραγῖδος τοῖς δὲ διὰ τὸ ψήχεσθαι καθάπερ τὰ παλαιὰ τῶν οἰκοδομημάτων καὶ διὰ σκληρότητα τοῦ δεχομένου τὸ πάθος οὐκ ἐγγίγνεται ὁ τύπος.